Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.290 Joseph. AJ 10.1 (English) >>Joseph. AJ 10.8

10.1

Ἐζεκίου note δὲ τοῦ τῶν δύο φυλῶν βασιλέως τέταρτον ἤδη καὶ δέκατον ἔτος τῆς ἡγεμονίας ἔχοντος τῶν Βαβυλωνίων βασιλεὺς Σεναχείριμος ὄνομα στρατεύει μετὰ πολλῆς παρασκευῆς ἐπʼ αὐτὸν κατὰ κράτος τε ἁπάσας αἱρεῖ τὰς πόλεις τὰς τῆς Ἰούδα φυλῆς καὶ Βενιαμίτιδος. 10.2μέλλοντος δʼ ἄγειν τὴν δύναμιν καὶ ἐπὶ Ἱεροσόλυμα φθάνει πρεσβευσάμενος πρὸς αὐτὸν καὶ ὑπακούσεσθαι καὶ φόρον ὃν ἂν τάξῃ τελέσειν ὑπισχνούμενος. Σεναχείριμος δὲ μαθὼν τὰ παρὰ τῶν πρέσβεων ἔγνω μὴ πολεμεῖν, ἀλλὰ τὴν ἀξίωσιν προσδέχεται καὶ ἀργυρίου μὲν τάλαντα τριακόσια χρυσίου δὲ τριάκοντα λαβὼν φίλος ἀναχωρήσειν ὡμολόγει πίστεις δοὺς τοῖς πρεσβευταῖς ἐνόρκους, μὴν ἀδικήσας μηδὲν αὐτὸν οὕτως ἀναστρέψειν. 10.3 δʼ Ἐζεκίας πεισθεὶς καὶ κενώσας τοὺς θησαυροὺς πέμπει τὰ χρήματα νομίζων ἀπαλλαγήσεσθαι τοῦ πολέμου καὶ τοῦ περὶ τῆς βασιλείας ἀγῶνος. 10.4 δὲ Ἀσσύριος λαβὼν ταῦτα τῶν μὲν ὡμολογημένων οὐδὲν ἐφρόντισεν, ἀλλʼ αὐτὸς μὲν ἐστράτευσεν ἐπʼ Αἰγυπτίους καὶ Αἰθίοπας, τὸν δὲ στρατηγὸν Ῥαψάκην μετὰ πολλῆς ἰσχύος σὺν καὶ δυσὶν ἄλλοις τῶν ἐν τέλει κατέλιπε πορθήσοντας τὰ Ἱεροσόλυμα. τούτων δὲ τὰ ὀνόματα Θαρατὰ καὶ Ἀράχαρις ἦν. 10.5

Ὡς δʼ ἐλθόντες πρὸ τῶν τειχῶν ἐστρατοπεδεύσαντο, πέμψαντες πρὸς τὸν Ἐζεκίαν ἠξίουν αὐτὸν ἐλθεῖν εἰς λόγους. δὲ αὐτὸς μὲν ὑπὸ δειλίας οὐ πρόεισι, τρεῖς δὲ τοὺς ἀναγκαιοτάτους φίλους αὐτῷ ἐξέπεμψε, τὸν τῆς βασιλείας ἐπίτροπον Ἐλιακίαν ὄνομα καὶ Σουβαναῖον καὶ Ἰώανον τὸν ἐπὶ τῶν ὑπομνημάτων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.290 Joseph. AJ 10.1 (English) >>Joseph. AJ 10.8

Powered by PhiloLogic